2.17 καὶ μὲν πρὸς ἠῶ τρέπεται , τὸ καλέεται Πηλούσιον στόμα , δὲ ἑτέρη τῶν ὁδῶν πρὸς ἑσπέρην ἔχει · τοῦτο δὲ Κανωβικὸν στόμα κέκληται . δὲ δὴ ἰθέα τῶν ὁδῶν τῷ Νείλῳ ἐστὶ ἥδε · ἄνωθεν φερόμενος ἐς τὸ ὀξὺ τοῦ Δέλτα ἀπικνέεται , τὸ δὲ ἀπὸ τούτου σχίζων μέσον τὸ Δέλτα ἐς θάλασσαν ἐξιεῖ , οὔτε ἐλαχίστην μοῖραν τοῦ ὕδατος παρεχόμενος ταύτην οὔτε ἥκιστα ὀνομαστήν · τὸ καλέεται Σεβεννυτικὸν στόμα . ἔστι δὲ καὶ ἕτερα διφάσια στόματα ἀπὸ τοῦ Σεβεννυτικοῦ ἀποσχισθέντα , φέροντα ἐς θάλασσαν · τοῖσι οὐνόματα κέεται τάδε , τῷ μὲν Σαϊτικὸν αὐτῶν τῷ δὲ Μενδήσιον . τὸ δὲ Βολβίτινον στόμα καὶ τὸ Βουκολικὸν οὐκ ἰθαγενέα στόματα ἐστὶ ἀλλ’ ὀρυκτά .
2.18 μαρτυρέει δέ μοι τῇ γνώμῃ , ὅτι τοσαύτη ἐστὶ Αἴγυπτος ὅσην τινὰ ἐγὼ ἀποδείκνυμι τῷ λόγῳ , καὶ τὸ Ἄμμωνος χρηστήριον γενόμενον · τὸ ἐγὼ τῆς ἐμεωυτοῦ γνώμης ὕστερον περὶ Αἴγυπτον ἐπυθόμην . οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος , οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ , αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱρὰ θρησκηίῃ , βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι , ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι · οἰκέειν τε γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐδὲν ὁμολογέειν αὐτοῖσι , βούλεσθαί τε πάντων σφίσι ἐξεῖναι γεύεσθαι .