2.16 εἰ ὦν ἡμεῖς ὀρθῶς περὶ αὐτῶν γινώσκομεν , Ἴωνες οὐκ εὖ φρονέουσι περὶ Αἰγύπτου · εἰ δὲ ὀρθή ἐστι γνώμη τῶν Ἰώνων , Ἕλληνάς τε καὶ αὐτοὺς Ἴωνας ἀποδείκνυμι οὐκ ἐπισταμένους λογίζεσθαι , οἳ φασὶ τρία μόρια εἶναι γῆν πᾶσαν , Εὐρώπην τε καὶ Ἀσίην καὶ Λιβύην . τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα , εἰ μήτε γε ἐστὶ τῆς Ἀσίης μήτε τῆς Λιβύης · οὐ γὰρ δὴ Νεῖλός γε ἐστὶ κατὰ τοῦτον τὸν λόγον τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ , τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται Νεῖλος , ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτ’ ἄν .
2.17 καὶ τὴν μὲν Ἰώνων γνώμην ἀπίεμεν , ἡμεῖς δὲ ὧδε καὶ περὶ τούτων λέγομεν , Αἴγυπτον μὲν πᾶσαν εἶναι ταύτην τὴν ὑπ’ Αἰγυπτίων οἰκεομένην κατά περ Κιλικίην τὴν ὑπὸ Κιλίκων καὶ Ἀσσυρίην τὴν ὑπὸ Ἀσσυρίων , οὔρισμα δὲ Ἀσίῃ καὶ Λιβύῃ οἴδαμεν οὐδὲν ἐὸν ὀρθῷ λόγῳ εἰ μὴ τοὺς Αἰγυπτίων οὔρους . εἰ δὲ τῷ ὑπ’ Ἑλλήνων νενομισμένῳ χρησόμεθα , νομιοῦμεν Αἴγυπτον πᾶσαν ἀρξαμένην ἀπὸ Καταδούπων τε καὶ Ἐλεφαντίνης πόλιος δίχα διαιρέεσθαι καὶ ἀμφοτερέων τῶν ἐπωνυμιέων ἔχεσθαι · τὰ μὲν γὰρ αὐτῆς εἶναι τῆς Λιβύης τὰ δὲ τῆς Ἀσίης . γὰρ δὴ Νεῖλος ἀρξάμενος ἐκ τῶν Καταδούπων ῥέει μέσην Αἴγυπτον σχίζων ἐς θάλασσαν . μέχρι μέν νυν Κερκασώρου πόλιος ῥέει εἷς ἐὼν Νεῖλος , τὸ δὲ ἀπὸ ταύτης τῆς πόλιος σχίζεται τριφασίας ὁδούς .