1.117 ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον , πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον δι’ ἐκείνων καὶ ἔθαψά μιν . οὕτω ἔσχε βασιλεῦ περὶ τοῦ πρήγματος τούτου , καὶ τοιούτῳ μόρῳ ἐχρήσατο παῖς . ʹ
1.118 ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον · Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός , πρῶτα μέν , κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα , πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ , μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο , κατέβαινε λέγων ὡς περίεστί τε παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς · ʹ τῷ τε γὰρ πεποιημένῳ ʹ ἔφη λέγων ʹ ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως , καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην . ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης , τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα , τοῦτο δὲ ʹσῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεταἰ πάρισθί μοι ἐπὶ δεῖπνον . ʹ
1.119 ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα , προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἁμαρτὰς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο , ἤιε ἐς τὰ οἰκία . ἐσελθὼν δὲ τὴν ταχίστην , ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς , τοῦτον ἐκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν τι ἂν ἐκεῖνος κελεύῃ , αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα .