1.116 δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρ’ ἑωυτῷ . Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι , ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν . δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον · ἀρχόμενος δὲ ἀπ’ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος , καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν .
1.117 Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο , Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε . ὡς δέ οἱ παρῆν Ἅρπαγος , εἴρετό μιν Ἀστυάγης ʹ Ἅρπαγε , τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς ; ʹ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα , οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν , ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται , ἀλλὰ λέγει τάδε . ʹ βασιλεῦ , ἐπείτε παρέλαβον τὸ παιδίον , ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον , καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης . ποιέω δὴ ὧδε · καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον , φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό . καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην · σὺ γὰρ ἐνετέλλεο οὕτω . παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος , θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ , ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ .