1.82 οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος , δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν . ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι . τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν , λέγοντες οἳ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι , οἳ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας , τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς · τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο , πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι . Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς , πρότερον ἐπάναγκες κομῶντες , ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα , μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν , πρὶν Θυρέας ἀνασώσωνται . Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον · οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν . τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην , αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων , αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν .
1.83 τοιούτων δὲ τοῖσι Σπαρτιήτῃσι ἐνεστεώτων πρηγμάτων ἧκε Σαρδιηνὸς κῆρυξ δεόμενος Κροίσῳ βοηθέειν πολιορκεομένῳ . οἳ δὲ ὅμως , ἐπείτε ἐπύθοντο τοῦ κήρυκος , ὁρμέατο βοηθέειν . καί σφι ἤδη παρεσκευασμένοισι καὶ νεῶν ἐουσέων ἑτοίμων ἦλθε ἄλλη ἀγγελίη , ὡς ἡλώκοι τὸ τεῖχος τῶν Λυδῶν καὶ ἔχοιτο Κροῖσος ζωγρηθείς . οὕτω δὴ οὗτοι μὲν συμφορὴν ποιησάμενοι μεγάλην ἐπέπαυντο .