1.81 τοῖσι μὲν δὴ κατεστήκεε πολιορκίη . Κροῖσος δὲ δοκέων οἱ χρόνον ἐπὶ μακρὸν ἔσεσθαι τὴν πολιορκίην ἔπεμπε ἐκ τοῦ τείχεος ἄλλους ἀγγέλους ἐς τὰς συμμαχίας . οἱ μὲν γὰρ πρότεροι διεπέμποντο ἐς πέμπτον μῆνα προερέοντες συλλέγεσθαι ἐς Σάρδις , τούτους δὲ ἐξέπεμπε τὴν ταχίστην δέεσθαι βοηθέειν ὡς πολιορκεομένου Κροίσου .
1.82 ἔς τε δὴ ὦν τὰς ἄλλας ἔπεμπε συμμαχίας καὶ δὴ καὶ ἐς Λακεδαίμονα . τοῖσι δὲ καὶ αὐτοῖσι τοῖσι Σπαρτιήτῃσι κατ’ αὐτὸν τοῦτον τὸν χρόνον συνεπεπτώκεε ἔρις ἐοῦσα πρὸς Ἀργείους περὶ χώρου καλεομένου Θυρέης · τὰς γὰρ Θυρέας ταύτας ἐούσας τῆς Ἀργολίδος μοίρης ἀποταμόμενοι ἔσχον οἱ Λακεδαιμόνιοι . ἦν δὲ καὶ μέχρι Μαλέων πρὸς ἑσπέρην Ἀργείων , τε ἐν τῇ ἠπείρῳ χώρῇ καὶ Κυθηρίη νῆσος καὶ αἱ λοιπαὶ τῶν νήσων . βοηθησάντων δὲ Ἀργείων τῇ σφετέρῃ ἀποταμνομένῃ , ἐνθαῦτα συνέβησαν ἐς λόγους συνελθόντες ὥστε τριηκοσίους ἑκατέρων μαχέσασθαι , ὁκότεροι δ’ ἂν περιγένωνται , τούτων εἶναι τὸν χῶρον · τὸ δὲ πλῆθος τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἑκάτερον ἐς τὴν ἑωυτοῦ μηδὲ παραμένειν ἀγωνιζομένων , τῶνδε εἵνεκεν ἵνα μὴ παρεόντων τῶν στρατοπέδων ὁρῶντες οἱ ἕτεροι ἑσσουμένους τοὺς σφετέρους ἀπαμύνοιεν . συνθέμενοι ταῦτα ἀπαλλάσσοντο , λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον . μαχομένων δὲ σφέων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς , Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος , Λακεδαιμονίων δὲ Ὀθρυάδης · ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης .