1.62 οὗτοι μὲν δὴ συνηλίζοντο , Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος , ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε , καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα , λόγον οὐδένα εἶχον · ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ , οὕτω δὴ βοηθέουσι ἐπ’ αὐτόν . καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον , ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ , ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν , καὶ ἀντία ἔθεντο τὰ ὅπλα . ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος Ἀκαρνὰν χρησμολόγος ἀνήρ , ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων · ʹ ἔρριπται δ’ βόλος , τὸ δὲ δίκτυον ἐκπεπέτασται , | θύννοι δ’ οἰμήσουσι σεληναίης διὰ νυκτός . ʹ
1.63 μὲν δή οἱ ἐνθεάζων χρᾷ τάδε , Πεισίστρατος δὲ συλλαβὼν τὸ χρηστήριον καὶ φὰς δέκεσθαι τὸ χρησθὲν ἐπῆγε τὴν στρατιήν . Ἀθηναῖοι δὲ οἱ ἐκ τοῦ ἄστεος πρὸς ἄριστον τετραμμένοι ἦσαν δὴ τηνικαῦτα , καὶ μετὰ τὸ ἄριστον μετεξέτεροι αὐτῶν οἳ μὲν πρὸς κύβους οἳ δὲ πρὸς ὕπνον . οἱ δὲ ἀμφὶ Πεισίστρατον ἐσπεσόντες τοὺς Ἀθηναίους τρέπουσι . φευγόντων δὲ τούτων βουλὴν ἐνθαῦτα σοφωτάτην Πεισίστρατος ἐπιτεχνᾶται , ὅκως μήτε ἁλισθεῖεν ἔτι οἱ Ἀθηναῖοι διεσκεδασμένοι τε εἶεν · ἀναβιβάσας τοὺς παῖδας ἐπὶ ἵππους προέπεμπε , οἳ δὲ καταλαμβάνοντες τοὺς φεύγοντας ἔλεγον τὰ ἐντεταλμένα ὑπὸ Πεισιστράτου , θαρσέειν τε κελεύοντες καὶ ἀπιέναι ἕκαστον ἐπὶ τὰ ἑωυτοῦ .