1.61 ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα . οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων , οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον . τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα γυνή , μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί , δὲ τῷ ἀνδρί . ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι . μαθὼν δὲ Πεισίστρατος τὰ ποιεύμενα ἐπ’ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν , ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί . Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα , ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι . πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα , Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων . μετὰ δέ , οὐ πολλῷ λόγῳ εἰπεῖν , χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον · καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου , καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής , τῷ οὔνομα ἦν Λύγδαμις , προθυμίην πλείστην παρείχετο , κομίσας καὶ χρήματα καὶ ἄνδρας .
1.62 ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος ἀπίκοντο ὀπίσω , καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα . ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον , τοῖσι τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον .