1.2 οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι , οὐκ ὡς Ἕλληνές , καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι . μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς ʹοὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαἰ φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην . εἴησαν δ’ ἄν οὗτοι Κρῆτες . ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι , μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι · καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν , ἐνθεῦτεν , διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο , ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην . πέμψαντά δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα . τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς · οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι .
1.3 δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου , ἀκηκοότα ταῦτα , ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος δι’ ἁρπαγῆς γενέσθαι γυναῖκα , ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας . οὐδὲ γὰρ ἐκείνους διδόναι . οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην , τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν . τοὺς δέ , προϊσχομένων ταῦτα , προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν , ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρ’ ἄλλων δίκας γίνεσθαι .