1.1 Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε , ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται , μήτε ἔργα μεγάλα τε καὶ θωμαστά , τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα , ἀκλεᾶ γένηται , τά τε ἄλλα καὶ δι’ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι . Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς . τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν , καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι , αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι , ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος . τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ . ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον . πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπ’ ἧς ἀπίκοντο , ἐξεμπολημένων σφι σχεδόν πάντων , ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα · τὸ δέ οἱ οὔνομα εἶναι , κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι , Ἰοῦν τὴν Ἰνάχου · ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα · καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπ’ αὐτάς . τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν , τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι . ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπ’ Αἰγύπτου .