7.138 Ταῦτα μέν νυν πολλοῖσι ἔτεσι ὕστερον ἐγένετο τοῦ βασιλέος στόλου , ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον . δὲ στρατηλασίη βασιλέος οὔνομα μὲν εἶχε ὡς ἐπ’ Ἀθήνας ἐλαύνει , κατίετο δὲ ἐς πᾶσαν τὴν Ἑλλάδα . Πυνθανόμενοι δὲ ταῦτα πρὸ πολλοῦ οἱ Ἕλληνες οὐκ ἐν ὁμοίῳ πάντες ἐποιεῦντο · οἱ μὲν γὰρ αὐτῶν δόντες γῆν τε καὶ ὕδωρ τῷ Πέρσῃ εἶχον θάρσος ὡς οὐδὲν πεισόμενοι ἄχαρι πρὸς τοῦ βαρβάρου · οἱ δὲ οὐ δόντες ἐν δείματι μεγάλῳ κατέστασαν , ἅτε οὔτε νεῶν ἐουσέων ἐν τῇ Ἑλλάδι ἀριθμὸν ἀξιομάχων δέκεσθαι τὸν ἐπιόντα , οὔτε βουλομένων τῶν πολλῶν ἀντάπτεσθαι τοῦ πολέμου , μηδιζόντων δὲ προθύμως .