7.137 Οὕτω Ταλθυβίου μῆνις καὶ ταῦτα ποιησάντων Σπαρτιητέων ἐπαύσατο τὸ παραυτίκα , καίπερ ἀπονοστησάντων ἐς Σπάρτην Σπερθίεώ τε καὶ Βούλιος . Χρόνῳ δὲ μετέπειτα πολλῷ ἐπηγέρθη κατὰ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον , ὡς λέγουσι Λακεδαιμόνιοι . Τοῦτό μοι ἐν τοῖσι θειότατον φαίνεται γενέσθαι . Ὅτι μὲν γὰρ κατέσκηψε ἐς ἀγγέλους Ταλθυβίου μῆνις οὐδὲ ἐπαύσατο πρὶν ἐξῆλθε , τὸ δίκαιον οὕτω ἔφερε · τὸ δὲ συμπεσεῖν ἐς τοὺς παῖδας τῶν ἀνδρῶν τούτων τῶν ἀναβάντων πρὸς βασιλέα διὰ τὴν μῆνιν , ἐς Νικόλαν τε τὸν Βούλιος καὶ ἐς Ἀνήριστον τὸν Σπερθίεω , ὃς εἷλε Ἁλιέας τοὺς ἐκ Τίρυνθος ὁλκάδι καταπλώσας πλήρεϊ ἀνδρῶν , δῆλον ὦν μοι ὅτι θεῖον ἐγένετο τὸ πρῆγμα ἐκ τῆς μήνιος · οἳ γὰρ πεμφθέντες ὑπὸ Λακεδαιμονίων ἄγγελοι ἐς τὴν Ἀσίην , προδοθέντες δὲ ὑπὸ Σιτάλκεω τοῦ Τήρεω Θρηίκων βασιλέος καὶ Νυμφοδώρου τοῦ Πυθέω ἀνδρὸς Ἀβδηρίτεω , ἥλωσαν κατὰ Βισάνθην τὴν ἐν Ἑλλησπόντῳ , καὶ ἀπαχθέντες ἐς τὴν Ἀττικὴν ἀπέθανον ὑπὸ Ἀθηναίων , μετὰ δὲ αὐτῶν καὶ Ἀριστέας Ἀδειμάντου Κορίνθιος ἀνήρ .