6.19 Χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον , τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον , τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους . Τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον , ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου , τότε μνησθήσομαι , τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε ἔχει ὧδε . ʹ Καὶ τότε δή , Μίλητε , κακῶν ἐπιμήχανε ἔργων , πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ , σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις , νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει . ʹ Τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε , ὅτε γε ἄνδρες μὲν οἱ πλέονες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων , γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο , ἱρὸν δὲ τὸ ἐν Διδύμοισι , νηός τε καὶ τὸ χρηστήριον , συληθέντα ἐνεπίμπρατο . Τῶν δ’ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην .
6.20 Ἐνθεῦτεν οἱ ζωγρηθέντες τῶν Μιλησίων ἤγοντο ἐς Σοῦσα · βασιλεὺς δέ σφεας Δαρεῖος κακὸν οὐδὲν ἄλλο ποιήσας κατοίκισε ἐπὶ τῇ Ἐρυθρῇ καλεομένῃ θαλάσσῃ , ἐν Ἄμπῃ πόλι , παρ’ ἣν Τίγρης ποταμὸς παραρρέων ἐς θάλασσαν ἐξιεῖ . Τῆς δὲ Μιλησίης χώρης αὐτοὶ μὲν οἱ Πέρσαι εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ πεδίον , τὰ δὲ ὑπεράκρια ἔδοσαν Καρσὶ Πηδασεῦσι ἐκτῆσθαι .