6.16 Ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων , οὗτοι δὲ ὡς ἐδιώκοντο καταφυγγάνουσι πρὸς τὴν Μυκάλην . Νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον , οἱ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου . Ἐπειδὴ δὲ ἐσέβαλον ἐς τὴν Ἐφεσίην κομιζόμενοι οἱ Χῖοι , νυκτός τε γὰρ ἀπίκοντο ἐς αὐτὴν καὶ ἐόντων τῇσι γυναιξὶ αὐτόθι Θεσμοφορίων , ἐνθαῦτα δὴ οἱ Ἐφέσιοι , οὔτε προακηκοότες ὡς εἶχε περὶ τῶν Χίων ἰδόντες τε στρατὸν ἐς τὴν χώρην ἐσβεβληκότα , πάγχυ σφέας καταδόξαντες εἶναι κλῶπας καὶ ἰέναι ἐπὶ τὰς γυναῖκας ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺς Χίους . Οὗτοι μέν νυν τοιαύτῃσι περιέπιπτον τύχῃσι .
6.17 Διονύσιος δὲ Φωκαιεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα , νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι , εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ · δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην , γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην , ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός , Καρχηδονίων δὲ καὶ Τυρσηνῶν .
6.18 Οἱ δὲ Πέρσαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺς Ἴωνας , τὴν Μίλητον πολιορκέοντες ἐκ γῆς καὶ θαλάσσης καὶ ὑπορύσσοντές τε τὰ τείχεα καὶ παντοίας μηχανὰς προσφέροντες αἱρέουσι κατ’ ἄκρης ἕκτῳ ἔτεϊ ἀπὸ τῆς ἀποστάσιος τῆς Ἀρισταγόρεω · καὶ ἠνδραποδίσαντο τὴν πόλιν , ὥστε συμπεσεῖν τὸ πάθος τῷ χρηστηρίῳ τῷ ἐς Μίλητον γενομένῳ .