4.76 Ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι αἰνῶς χρᾶσθαι φεύγουσι , μήτε τέων ἄλλων , Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα , ὡς διέδεξαν Ἀναχάρσι τε καὶ δεύτερα αὖτις Σκύλῃ . Τοῦτο μὲν γὰρ Ἀνάχαρσις , ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατ’ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων , πλέων δι’ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον · καὶ , εὗρε γὰρ τῇ Μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν κάρτα μεγαλοπρεπέως , εὔξατο τῇ Μητρὶ Ἀνάχαρσις , ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ , θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν . Ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν , καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην δ’ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον , τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέη , ἐς ταύτην δὴ καταδὺς Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ , τύμπανόν τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα . Καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέϊ Σαυλίῳ · δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα , τοξεύσας αὐτὸν ἀπέκτεινε . Καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος , οὔ φασί μιν Σκύθαι γινώσκειν , διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο . Ὡς δ’ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου γενομένου , εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων , παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος . Εἰ ὦν ταύτης ἦν τῆς οἰκίης Ἀνάχαρσις , ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών · Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου , Σαύλιος δὲ ἦν ἀποκτείνας Ἀνάχαρσιν .