4.73 Οὕτω μὲν τοὺς βασιλέας θάπτουσι . Τοὺς δὲ ἄλλους Σκύθας , ἐπεὰν ἀποθάνωσι , περιάγουσι οἱ ἀγχοτάτω προσήκοντες κατὰ τοὺς φίλους ἐν ἁμάξῃσι κειμένους , τῶν δὲ ἕκαστος ὑποδεκόμενος εὐωχέει τοὺς ἑπομένους καὶ τῷ νεκρῷ πάντων παραπλησίως παρατιθεῖ τῶν καὶ τοῖσι ἄλλοισι . Ἡμέρας δὲ τεσσεράκοντα οὕτω οἱ ἰδιῶται περιάγονται , ἔπειτα θάπτονται . Θάψαντες δὲ οἱ Σκύθαι καθαίρονται τρόπῳ τοιῷδε . Σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε · ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα , περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι , συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων .
4.74 Ἔστι δέ σφι κάνναβις φυομένη ἐν τῇ χώρῃ πλὴν παχύτητος καὶ μεγάθεος τῷ λίνῳ ἐμφερεστάτη · ταύτῃ δὲ πολλῷ ὑπερφέρει κάνναβις · αὕτη καὶ αὐτομάτη καὶ σπειρομένη φύεται . Καὶ ἐξ αὐτῆς Θρήικες μὲν καὶ εἵματα ποιεῦνται τοῖσι λινέοισι ὁμοιότατα · οὐδ’ ἄν , ὅστις μὴ κάρτα τρίβων εἴη αὐτῆς , διαγνοίη λίνου καννάβιός ἐστι · ὃς δὲ μὴ εἶδέ κω τὴν κανναβίδα , λίνεον δοκήσει εἶναι τὸ εἷμα .