4.72 Ἐνιαυτοῦ δὲ περιφερομένου αὖτις ποιεῦσι τοιόνδε · λαβόντες τῶν λοιπῶν θεραπόντων τοὺς ἐπιτηδεοτάτους οἱ δέ εἰσι Σκύθαι ἐγγενέες · οὗτοι γὰρ θεραπεύουσι τοὺς ἂν αὐτὸς βασιλεὺς κελεύσῃ , ἀργυρώνητοι δὲ οὐκ εἰσί σφι θεράποντες , τούτων ὦν τῶν διηκόνων ἐπεὰν ἀποπνίξωσι πεντήκοντα καὶ ἵππους τοὺς καλλιστεύοντας πεντήκοντα , ἐξελόντες αὐτῶν τὴν κοιλίην καὶ καθήραντες ἐμπιπλᾶσι ἀχύρων καὶ συρράπτουσι . Ἁψῖδος δὲ ἥμισυ ἐπὶ δύο ξύλα στήσαντες ὕπτιον καὶ τὸ ἕτερον ἥμισυ τῆς ἁψῖδος ἐπ’ ἕτερα δύο , καταπήξαντες τρόπῳ τοιούτῳ πολλὰ ταῦτα , ἔπειτα τῶν ἵππων κατὰ τὰ μήκεα ξύλα παχέα διελάσαντες μέχρι τῶν τραχήλων ἀναβιβάζουσι αὐτοὺς ἐπὶ τὰς ἁψῖδας · τῶν δὲ αἱ μὲν πρότεραι ἁψῖδες ὑπέχουσι τοὺς ὤμους τῶν ἵππων , αἱ δὲ ὄπισθε παρὰ τοὺς μηροὺς τὰς γαστέρας ὑπολαμβάνουσι . σκέλεα δὲ ἀμφότερα κατακρέμαται μετέωρα . Χαλινοὺς δὲ καὶ στόμια ἐμβαλόντες ἐς τοὺς ἵππους κατατείνουσι ἐς τὸ πρόσθε αὐτῶν καὶ ἔπειτα ἐκ πασσάλων δέουσι . Τῶν δὲ δὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον , ὧδε ἀναβιβάζοντες · ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου , κάτωθεν δὲ ὑπερέχει τοῦ ξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλου τοῦ διὰ τοῦ ἵππου . Στήσαντες δὲ κύκλῳ περὶ τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι .