4.9 Ὡς δ’ ἐγερθῆναι τὸν Ἡρακλέα , δίζησθαι , πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν · ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενόν τινα ἔχιδναν διφυέα , τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός , τὰ δὲ ἔνερθε ὄφιος . Ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου εἶδεν ἵππους πλανωμένας . Τὴν δὲ φάναι ἑωυτὴν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν οἱ μιχθῇ · τὸν δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ . Κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων , βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλέϊ , καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι . Τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν · ʹ Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσά τοι ἐγώ , σῶστρα δὲ σὺ παρέσχες · ἔχω γὰρ ἐκ σέο παῖδας τρεῖς . Τούτους , ἐπεὰν γένωνται τρόφιες , τι χρὴ ποιέειν ἐξηγέο σύ , εἴτε αὐτοῦ κατοικίζω χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὐτή εἴτε ἀποπέμπω παρὰ σέ . ʹ Τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν , τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν · ʹ Ἐπεὰν ἀνδρωθέντας ἴδηαι τοὺς παῖδας , τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις · τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῷ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον , τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ · ὃς δ’ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται , ἔκπεμπε ἐκ τῆς χώρης . Καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις . ʹ