4.8 Σκύθαι μὲν ὧδε ὑπὲρ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι , Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε . Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην , ἥντινα νῦν Σκύθαι νέμονται . Γηρυόνην δὲ οἰκέειν ἔξω τοῦ Πόντου , κατοικημένον τὴν Ἕλληνες λέγουσι Ἐρύθειαν νῆσον , τὴν πρὸς Γηδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ · τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν , ἔργῳ δὲ οὐκ ἀποδεικνύουσι . Ἐνθεῦτεν τὸν Ἡρακλέα ὡς ἀπικέσθαι ἐς τὴν νῦν Σκυθικὴν χώρην καλεομένην , καταλαβεῖν γὰρ αὐτὸν χειμῶνά τε καὶ κρυμόν , ἐπειρυσάμενον δὲ τὴν λεοντέην κατυπνῶσαι , τὰς δέ οἱ ἵππους τὰς ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῷ χρόνῳ ἀφανισθῆναι θείῃ τύχῃ .