2.163 Πυθόμενος δὲ καὶ ταῦτα Ἀπρίης ὥπλιζε τοὺς ἐπικούρους καὶ ἤλαυνε ἐπὶ τοὺς Αἰγυπτίους · εἶχε δὲ περὶ ἑωυτὸν Κᾶράς τε καὶ Ἴωνας ἄνδρας ἐπικούρους τρισμυρίους , ἦν δέ οἱ τὰ βασιλήια ἐν Σάϊ πόλι , μεγάλα ἐόντα καὶ ἀξιοθέητα . Καὶ οἵ τε περὶ τὸν Ἀπρίην ἐπὶ τοὺς Αἰγυπτίους ἤισαν καὶ οἱ περὶ τὸν Ἄμασιν ἐπὶ τοὺς ξείνους · ἔν τε δὴ Μωμέμφι πόλι ἐγένοντο ἀμφότεροι καὶ πειρήσεσθαι ἔμελλον ἀλλήλων . ʹ
2.164 Ἔστι δὲ Αἰγυπτίων ἑπτὰ γένεα , καὶ τούτων οἱ μὲν ἱρέες , οἱ δὲ μάχιμοι κεκλέαται , οἱ δὲ βουκόλοι , οἱ δὲ συβῶται , οἱ δὲ κάπηλοι , οἱ δὲ ἑρμηνέες , οἱ δὲ κυβερνῆται . Γένεα μὲν Αἰγυπτίων τοσαῦτά ἐστι , οὐνόματα δέ σφι κεῖται ἀπὸ τῶν τεχνέων . Οἱ δὲ μάχιμοι αὐτῶν καλέονται μὲν Καλασίριές τε καὶ Ἑρμοτύβιες , ἐκ νομῶν δὲ τῶνδέ εἰσι · κατὰ γὰρ δὴ νομοὺς Αἴγυπτος ἅπασα διαραίρηται .
2.165 Ἑρμοτυβίων μὲν οἵδε εἰσὶ νομοί · Βουσιρίτης , Σαΐτης , Χεμμίτης , Παπρημίτης , νῆσος Προσωπῖτις καλεομένη , Ναθῶ τὸ ἥμισυ · ἐκ μὲν τούτων τῶν νομῶν Ἑρμοτύβιές εἰσι , γενόμενοι , ὅτε ἐπὶ πλείστους ἐγένοντο , ἑκκαίδεκα μυριάδες . Καὶ τούτων βαναυσίης οὐδεὶς δεδάηκε οὐδέν , ἀλλ’ ἀνέωνται ἐς τὸ μάχιμον .