2.162 Πυθόμενος δὲ Ἀπρίης ταῦτα πέμπει ἐπ’ αὐτοὺς Ἄμασιν καταπαύσοντα λόγοισι . δὲ ἐπείτε ἀπικόμενος κατελάμβανε τοὺς Αἰγυπτίους ταῦτα μὴ ποιέειν , λέγοντος αὐτοῦ τῶν τις Αἰγυπτίων ὄπισθε στὰς περιέθηκέ οἱ κυνέην καὶ περιτιθεὶς ἔφη ἐπὶ βασιληίῃ περιτιθέναι . Καὶ τῷ οὔ κως ἀεκούσιον ἐγίνετο τὸ ποιεύμενον , ὡς διεδείκνυε · ἐπείτε γὰρ ἐστήσαντό μιν βασιλέα τῶν Αἰγυπτίων οἱ ἀπεστεῶτες , παρεσκευάζετο ὡς ἐλῶν ἐπὶ τὸν Ἀπρίην . Πυθόμενος δὲ ταῦτα Ἀπρίης ἔπεμπε ἐπ’ Ἄμασιν ἄνδρα δόκιμον τῶν περὶ ἑωυτὸν Αἰγυπτίων , τῷ οὔνομα ἦν Πατάρβημις , ἐντειλάμενος αὐτῷ ζώοντα Ἄμασιν ἀγαγεῖν παρ’ ἑωυτόν . Ὡς δὲ ἀπικόμενος τὸν Ἄμασιν ἐκάλεε Πατάρβημις , Ἄμασις ἔτυχε γὰρ ἐπ’ ἵππου κατήμενος ἐπάρας ἀπεματάϊσε καὶ τοῦτό μιν ἐκέλευε Ἀπρίῃ ἀπάγειν . Ὅμως δὲ αὐτὸν ἀξιοῦν τὸν Πατάρβημιν βασιλέος μεταπεμπομένου ἰέναι πρὸς αὐτόν · τὸν δὲ αὐτῷ ὑποκρίνεσθαι , ὡς ταῦτα πάλαι παρασκευάζεται ποιέειν , καὶ αὐτῷ οὐ μέμψεσθαι Ἀπρίην · παρέσεσθαι γὰρ καὶ αὐτὸς καὶ ἄλλους ἄξειν . Τὸν δὲ Πατάρβημιν ἐκ τῶν τε λόγων οὐκ ἀγνοέειν τὴν διάνοιαν καὶ παρασκευαζόμενον ὁρῶντα σπουδῇ ἀπιέναι , βουλόμενον τὴν ταχίστην βασιλέϊ δηλῶσαι τὰ πρησσόμενα . Ὡς δὲ ἀπικέσθαι αὐτὸν πρὸς τὸν Ἀπρίην οὐκ ἄγοντα τὸν Ἄμασιν , οὐδένα λόγον ἑωυτῷ δόντα ἀλλὰ περιθύμως ἔχοντα περιταμεῖν προστάξαι αὐτοῦ τά τε ὦτα καὶ τὴν ῥῖνα . Ἰδόμενοι δ’ οἱ λοιποὶ τῶν Αἰγυπτίων , οἳ ἔτι τὰ ἐκείνου ἐφρόνεον , ἄνδρα τὸν δοκιμώτατον ἑωυτῶν οὕτω αἰσχρῶς λύμῃ διακείμενον , οὐδένα δὴ χρόνον ἐπισχόντες ἀπιστέατο πρὸς τοὺς ἑτέρους καὶ ἐδίδοσαν σφέας αὐτοὺς Ἀμάσι .