2.159 Παυσάμενος δὲ τῆς διώρυχος Νεκῶς ἐτράπετο πρὸς στρατηίας , καὶ τριήρεες αἱ μὲν ἐπὶ τῇ βορηίῃ θαλάσσῃ ἐποιήθησαν , αἱ δ’ ἐν τῷ Ἀραβίῳ κόλπῳ ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ , τῶν ἔτι οἱ ὁλκοὶ ἐπίδηλοι . Καὶ ταύτῃσί τε ἐχρᾶτο ἐν τῷ δέοντι καὶ Συρίοισι πεζῇ Νεκῶς συμβαλὼν ἐν Μαγδώλῳ ἐνίκησε , μετὰ δὲ τὴν μάχην Κάδυτιν πόλιν τῆς Συρίης ἐοῦσαν μεγάλην εἷλε . Ἐν τῇ δὲ ἐσθῆτι ἔτυχε ταῦτα κατεργασάμενος , ἀνέθηκε τῷ Ἀπόλλωνι πέμψας ἐς Βραγχίδας τὰς Μιλησίων . Μετὰ δὲ ἑκκαίδεκα ἔτεα τὰ πάντα ἄρξας τελευτᾷ , τῷ παιδὶ ψάμμι παραδοὺς τὴν ἀρχήν .