2.158 Ψαμμητίχου δὲ Νεκῶς παῖς ἐγένετο καὶ ἐβασίλευσε Αἰγύπτου , ὃς τῇ διώρυχι ἐπεχείρησε πρῶτος τῇ ἐς τὴν Ἐρυθρὴν θάλασσαν φερούσῃ , τὴν Δαρεῖος Πέρσης δεύτερα διώρυξε . Τῆς μῆκος μέν ἐστι πλόος ἡμέραι τέσσερες , εὖρος δὲ ὠρύχθη ὥστε τριήρεας δύο πλέειν ὁμοῦ ἐλαστρεομένας · ἦκται δὲ ἀπὸ τοῦ Νείλου τὸ ὕδωρ ἐς αὐτήν , ἦκται δὲ κατύπερθε ὀλίγον Βουβάστιος πόλιος παρὰ Πάτουμον τὴν Ἀραβίην πόλιν · ἐσέχει δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν . Ὀρώρυκται δὲ πρῶτον μὲν τοῦ πεδίου τοῦ Αἰγυπτίου τὰ πρὸς Ἀραβίην ἔχοντα , ἔχεται δὲ κατύπερθε τοῦ πεδίου τὸ κατὰ Μέμφιν τεῖνον ὄρος , ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι · τοῦ ὦν δὴ ὄρεος τούτου παρὰ τὴν ὑπωρείην ἦκται διῶρυξ ἀπ’ ἑσπέρης μακρὴ πρὸς τὴν ἠῶ , καὶ ἔπειτα τείνει ἐς διασφάγας , φέρουσα ἀπὸ τοῦ ὄρεος πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον ἐς τὸν κόλπον τὸν Ἀράβιον . Τῇ δὲ ἐλάχιστόν ἐστι καὶ συντομώτατον ἐκ τῆς βορηίης θαλάσσης ὑπερβῆναι ἐς τὴν νοτίην καὶ Ἐρυθρὴν τὴν αὐτὴν ταύτην καλεομένην , ἀπὸ τοῦ Κασίου ὄρεος τοῦ οὐρίζοντος Αἴγυπτόν τε καὶ Συρίην , ἀπὸ τούτου εἰσὶ στάδιοι χίλιοι ἐς τὸν Ἀράβιον κόλπον · τοῦτο μὲν τὸ συντομώτατον , δὲ διῶρυξ πολλῷ μακροτέρη , ὅσῳ σκολιωτέρη ἐστί . Τὴν ἐπὶ Νεκῶ βασιλέος ὀρύσσοντες Αἰγυπτίων ἀπώλοντο δυώδεκα μυριάδες · Νεκῶς μέν νυν μεταξὺ ὀρύσσων ἐπαύσατο μαντηίου ἐμποδίου γενομένου τοιοῦδε , τῷ βαρβάρῳ αὐτὸν προεργάζεσθαι · βαρβάρους δὲ πάντας οἱ Αἰγύπτιοι καλέουσι τοὺς μὴ σφίσι ὁμογλώσσους .