2.51 Ταῦτα μέν νυν καὶ ἄλλα πρὸς τούτοισι , τὰ ἐγὼ φράσω , Ἕλληνες ἀπ’ Αἰγυπτίων νενομίκασι · τοῦ δὲ Ἑρμέω τὰ ἀγάλματα ὀρθὰ ἔχειν τὰ αἰδοῖα ποιεῦντες οὐκ ἀπ’ Αἰγυπτίων μεμαθήκασι , ἀλλ’ ἀπὸ Πελασγῶν πρῶτοι μὲν Ἑλλήνων ἁπάντων Ἀθηναῖοι παραλαβόντες , παρὰ δὲ τούτων ὧλλοι . Ἀθηναίοισι γὰρ ἤδη τηνικαῦτα ἐς Ἕλληνας τελέουσι Πελασγοὶ σύνοικοι ἐγένοντο ἐν τῇ χώρῃ , ὅθεν περ καὶ Ἕλληνες ἤρξαντο αὐτοὶ νομισθῆναι . Ὅστις δὲ τὰ Καβείρων ὄργια μεμύηται , τὰ Σαμοθρήικες ἐπιτελέουσι παραλαβόντες παρὰ Πελασγῶν , οὗτος ὡνὴρ οἶδε τὸ λέγω · τὴν γὰρ Σαμοθρηίκην οἴκεον πρότερον Πελασγοὶ οὗτοι οἵ περ Ἀθηναίοισι σύνοικοι ἐγένοντο , καὶ παρὰ τούτων Σαμοθρήικες τὰ ὄργια παραλαμβάνουσι . Ὀρθὰ ὦν ἔχειν τὰ αἰδοῖα τἀγάλματα τοῦ Ἑρμέω Ἀθηναῖοι πρῶτοι Ἑλλήνων μαθόντες παρὰ Πελασγῶν ἐποιήσαντο . Οἱ δὲ Πελασγοὶ ἱρόν τινα λόγον περὶ αὐτοῦ ἔλεξαν , τὰ ἐν τοῖσι ἐν Σαμοθρηίκῃ μυστηρίοισι δεδήλωται .