2.50 Σχεδὸν δὲ καὶ πάντων τὰ οὐνόματα τῶν θεῶν ἐξ Αἰγύπτου ἐλήλυθε ἐς τὴν Ἑλλάδα . Διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει , πυνθανόμενος οὕτω εὑρίσκω ἐόν · δοκέω δ’ ὦν μάλιστα ἀπ’ Αἰγύπτου ἀπῖχθαι . Ὅτι γὰρ δὴ μὴ Ποσειδέωνος καὶ Διοσκούρων , ὡς καὶ πρότερόν μοι ταῦτα εἴρηται , καὶ Ἥρης καὶ Ἰστίης καὶ Θέμιος καὶ Χαρίτων καὶ Νηρηίδων , τῶν ἄλλων θεῶν Αἰγυπτίοισι αἰεί κοτε τὰ οὐνόματά ἐστι ἐν τῇ χώρῃ . Λέγω δὲ τὰ λέγουσι αὐτοὶ Αἰγύπτιοι . Τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα , οὗτοι δέ μοι δοκέουσι ὑπὸ Πελασγῶν ὀνομασθῆναι , πλὴν Ποσειδέωνος . Τοῦτον δὲ τὸν θεὸν παρὰ Λιβύων ἐπύθοντο · οὐδαμοὶ γὰρ ἀπ’ ἀρχῆς Ποσειδέωνος οὔνομα ἔκτηνται εἰ μὴ Λίβυες , καὶ τιμῶσι τὸν θεὸν τοῦτον αἰεί . Νομίζουσι δ’ ὦν Αἰγύπτιοι οὐδ’ ἥρωσι οὐδέν .