1.62 Ἐξ Ἐρετρίης δὲ ὁρμηθέντες διὰ ἑνδεκάτου ἔτεος ἀπίκοντο ὀπίσω . Καὶ πρῶτον τῆς Ἀττικῆς ἴσχουσι Μαραθῶνα . Ἐν δὲ τούτῳ τῷ χώρῳ σφι στρατοπεδευομένοισι οἵ τε ἐκ τοῦ ἄστεος στασιῶται ἀπίκοντο , ἄλλοι τε ἐκ τῶν δήμων προσέρρεον , τοῖσι τυραννὶς πρὸ ἐλευθερίης ἦν ἀσπαστότερον . ? δὴ συνηλίζοντο · Ἀθηναίων δὲ οἱ ἐκ τοῦ ἄστεος , ἕως μὲν Πεισίστρατος τὰ χρήματα ἤγειρε , καὶ μεταῦτις ὡς ἔσχε Μαραθῶνα , λόγον οὐδένα εἶχον , ἐπείτε δὲ ἐπύθοντο ἐκ τοῦ Μαραθῶνος αὐτὸν πορεύεσθαι ἐπὶ τὸ ἄστυ , οὕτω δὴ βοηθέουσι ἐπ’ αὐτόν . Καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον , ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ , ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρὸν καὶ ἀντία ἔθεντο τὰ ὅπλα . Ἐνθαῦτα θείῃ πομπῇ χρεώμενος παρίσταται Πεισιστράτῳ Ἀμφίλυτος Ἀκαρνὰν χρησμολόγος ἀνήρ , ὅς οἱ προσιὼν χρᾷ ἐν ἑξαμέτρῳ τόνῳ τάδε λέγων · ʹ ʹ Ἔρριπται δ’ βόλος , τὸ δὲ δίκτυον ἐκπεπέτασται , θύννοι δ’ οἱμήσουσι σεληναίης διὰ νυκτός . ʹ