1.61 Ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα . Οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων , οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον . Τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα γυνή , μετὰ δέ , εἴτε ἱστορεούσῃ εἴτε καὶ οὔ , φράζει τῇ ἑωυτῆς μητρί , δὲ τῷ ἀνδρί . Τὸν δὲ δεινόν τι ἔσχε ἀτιμάζεσθαι πρὸς Πεισιστράτου . Ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι . Μαθὼν δὲ Πεισίστρατος τὰ ποιεύμενα ἐπ’ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν , ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί . Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα , ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέατό κού τι . Πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων . Μετὰ δέ , οὐ πολλῷ λόγῳ εἰπεῖν , χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον . Καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου , καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής , τῷ οὔνομα ἦν Λύγδαμις , προθυμίην πλείστην παρείχετο , κομίσας καὶ χρήματα καὶ ἄνδρας .