1.33 Ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο , οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται , κάρτα δόξας ἀμαθέα εἶναι , ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε . ʹ
1.34 Μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβε ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον , ὡς εἰκάσαι , ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον . Αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος , ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα . Ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες , τῶν οὕτερος μὲν διέφθαρτο , ἦν γὰρ δὴ κωφός , δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος · οὔνομα δέ οἱ ἦν Ἄτυς . Τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὄνειρος ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα . δὲ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε , καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα , ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε , ἀκόντια δὲ καὶ δοράτια καὶ τὰ τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι , ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε , μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ .