1.32 Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι , Κροῖσος δὲ σπερχθεὶς εἶπε · ʹ ξεῖνε Ἀθηναῖε , δ’ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδέν , ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας ; ʹ δὲ εἶπε · ʹ Κροῖσε , ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι . Ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἔστι ἰδεῖν τὰ μή τις ἐθέλει , πολλὰ δὲ καὶ παθεῖν . Ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι . Οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας , ἐμβολίμου μηνὸς μὴ γινομένου · εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι , ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον , μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε , ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα . Τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα , ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων , ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα . Οὕτω ὦν , Κροῖσε , πᾶν ἐστι ἄνθρωπος συμφορή . Ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων · ἐκεῖνο δὲ τὸ εἴρεό με οὔ κώ σε ἐγὼ λέγω , πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι . Οὐ γάρ τι μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερός ἐστι , εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαι τὸν βίον . Πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοί εἰσι , πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες . μὲν δὴ μέγα πλούσιος , ἀνόλβιος δέ , δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον , οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνολβίου πολλοῖσι · μὲν ἐπιθυμίην ἐκτελέσαι καὶ ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος , δὲ τοῖσδε προέχει ἐκείνου · ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι , ταῦτα δὲ εὐτυχίη οἱ ἀπερύκει , ἄπηρος δέ ἐστι , ἄνουσος , ἀπαθὴς κακῶν , εὔπαις , εὐειδής · εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσει τὸν βίον εὖ , οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις , ὄλβιος κεκλῆσθαι ἄξιός ἐστι · πρὶν δ’ ἂν τελευτήσῃ , ἐπισχεῖν μηδὲ καλέειν κω ὄλβιον , ἀλλ’ εὐτυχέα . Τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατόν ἐστι , ὥσπερ χώρη οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα , ἀλλὰ ἄλλο μὲν ἔχει , ἑτέρου δὲ ἐπιδέεται · δὲ ἂν τὰ πλεῖστα ἔχῃ , αὕτη ἀρίστη . Ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκές ἐστι · τὸ μὲν γὰρ ἔχει , ἄλλου δὲ ἐνδεές ἐστι · ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον , οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο , βασιλεῦ , δίκαιός ἐστι φέρεσθαι . Σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτὴν κῇ ἀποβήσεται · πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον θεὸς προρρίζους ἀνέτρεψε . ʹ