Φιλοκλέων
906 φέρε νυν ἅμα τήνδ’ ἐγχεάμενος κἀγὼ ῥοφῶ .
Σωσίας
907 τῆς μὲν γραφῆς ἠκούσαθ’ ἣν ἐγραψάμην
908 ἄνδρες δικασταὶ τουτονί . δεινότατα γὰρ
909 ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ .
910 ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
911 κατεσικέλιζε κἀνέπλητ’ ἐν τῷ σκότῳ
Φιλοκλέων
912 νὴ τὸν Δί’ ἀλλὰ δῆλός ἐστ’ · ἔμοιγέ τοι
913 τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
914
Σωσίας
κοὐ μετέδωκ’ αἰτοῦντί μοι .
915 καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται ,
916 ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί ;
Φιλοκλέων
917 οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ’ ἐμοί .
918 θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς .
Βδελυκλέων
919 πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ’ πάτερ ,
920
Φιλοκλέων
ἀλλ’ ὦγαθὲ
921 τὸ πρᾶγμα φανερόν ἐστιν · αὐτὸ γὰρ βοᾷ .
Σωσίας
922 μή νυν ἀφῆτέ γ’ αὐτόν , ὡς ὄντ’ αὖ πολὺ
923 κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον ,
924 ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925 ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν .
Φιλοκλέων
926 ἐμοὶ δέ γ’ οὐκ ἔστ’ οὐδὲ τὴν ὑδρίαν πλάσαι .