Βδελυκλέων
698 σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
699 ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ’ ὅπῃ ἐγκεκύκλησαι ,
700 ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
701 οὐκ ἀπολαύεις πλὴν τοῦθ’ φέρεις ἀκαρῆ · καὶ τοῦτ’ ἐρίῳ σοι
702 ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ’ ὥσπερ ἔλαιον .
703 βούλονται γάρ σε πένητ’ εἶναι · καὶ τοῦθ’ ὧν οὕνεκ’ ἐρῶ σοι ,
704 ἵνα γιγνώσκῃς τὸν τιθασευτήν , κᾆθ’ ὅταν οὗτός γ’ ἐπισίξῃ
705 ἐπὶ τῶν ἐχθρῶν τιν’ ἐπιρρύξας , ἀγρίως αὐτοῖς ἐπιπηδᾷς .
706 εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ , ῥᾴδιον ἦν ἄν .
707 εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι ·
708 τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ ,
709 δύο μυριάδ’ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710 καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ ,
711 ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου .
712 νῦν δ’ ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅμα τῷ τὸν μισθὸν ἔχοντι .
Φιλοκλέων
713 οἴμοι τί πέπονθ’ ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται ,
714 καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν , ἀλλ’ ἤδη μαλθακός εἰμι .