Βδελυκλέων
666 ἐς τούτους τοὺς " οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν , "
667 " ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί . " σὺ γὰρ πάτερ αὐτοὺς
668 ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς .
669 κᾆθ’ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670 ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες ,
671 " δώσετε τὸν φόρον , βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω . "
672 σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων .
673 οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
674 ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν ,
675 σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον , τούτοισι δὲ δωροφοροῦσιν
676 ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
677 φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν ·
678 σοὶ δ’ ὧν ἄρχεις , πολλὰ μὲν ἐν γῇ πολλὰ δ’ ἐφ’ ὑγρᾷ πιτυλεύσας ,
679 οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν .
Φιλοκλέων
680 μὰ Δί’ ἀλλὰ παρ’ Εὐχαρίδου καὐτὸς τρεῖς γ’ ἄγλιθας μετέπεμψα .
681 ἀλλ’ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις .