Βδελυκλέων
503 ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ , εἰ καὶ νῦν ἐγὼ
504 τὸν πατέρ’ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505 ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
506 ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος , αἰτίαν ἔχω
507 ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά .
Φιλοκλέων
508 νὴ Δί’ ἐν δίκῃ γ’ · ἐγὼ γὰρ οὐδ’ ἂν ὀρνίθων γάλα
509 ἀντὶ τοῦ βίου λάβοιμ’ ἂν οὗ με νῦν ἀποστερεῖς ·
510 οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν , ἀλλ’ ἥδιον ἄν
511 δικίδιον σμικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον .
Βδελυκλέων
512 νὴ Δί’ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν ·
513 ἀλλ’ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω ,
514 ἀναδιδάξειν οἴομαί σ’ ὡς πάντα ταῦθ’ ἁμαρτάνεις .
Φιλοκλέων
515
Βδελυκλέων
καταγελώμενος μὲν οὖν
516 οὐκ ἐπαϊεις ὑπ’ ἀνδρῶν , οὓς σὺ μόνον οὐ προσκυνεῖς .
517
Φιλοκλέων
παῦε δουλείαν λέγων ,
518
Βδελυκλέων
οὐ σύ γ’ , ἀλλ’ ὑπηρετεῖς
519 οἰόμενος ἄρχειν · ἐπεὶ δίδαξον ἡμᾶς πάτερ ,
520 ἥτις τιμή ’στί σοι καρπουμένῳ τὴν Ἑλλάδα .
Φιλοκλέων
521
Βδελυκλέων
καὶ μὴν ἐγώ .
522
Φιλοκλέων
καὶ ξίφος γέ μοι δότε .
523 ἢν γὰρ ἡττηθῶ λέγων σου , περιπεσοῦμαι τῷ ξίφει .