Βδελυκλέων
484 ἆρ’ ἂν πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου ;
485 δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι’ ἡμέρας ;
Χορός
486 οὐδέποτέ γ’ , οὐχ ἕως ἄν τί μου λοιπὸν ,
487 ὅστις ἡμῶν ἐπὶ τυραννίδ’ ὧδ’ ἐστάλης .
Βδελυκλέων
488 ὡς ἅπανθ’ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται ,
489 ἤν τε μεῖζον ἤν τ’ ἔλαττον πρᾶγμά τις κατηγορῇ ,
490 ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ’ οὐδὲ πεντήκοντ’ ἐτῶν ·
491 νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα ,
492 ὥστε καὶ δὴ τοὔνομ’ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται .
493 ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ’θέλῃ ,
494 εὐθέως εἴρηχ’ πωλῶν πλησίον τὰς μεμβράδας ·
495 ’ο’ὗτος ὀψωνεῖν ἔοιχ’ ἅνθρωπος ἐπὶ τυραννίδι .
496 ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι ,
497 λαχανόπωλις παραβλέψασά φησι θατέρῳ ·
498 " εἰπέ μοι , γήτειον αἰτεῖς · πότερον ἐπὶ τυραννίδι , "
499 " νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα ; "
Ξανθίας
500 κἀμέ γ’ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας ,
501 ὅτι κελητίσαι ’κέλευον , ὀξυθυμηθεῖσά μοι
502 ἤρετ’ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα .