Ἑρμῆς
670 ἴθι νυν ἄκουσον οἷον ἄρτι μ’ ἤρετο ,
671 ὅστις κακόνους αὐτῇ μάλιστ’ ἦν ἐνθάδε ,
672 χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας .
Τρυγαῖος
673 εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος .
Ἑρμῆς
674 ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675 Κλεώνυμος ;
Τρυγαῖος
ψυχήν γ’ ἄριστος πλήν γ’ ὅτι
676 οὐκ ἦν ἄρ’ οὗπέρ φησιν εἶναι τοῦ πατρός .
677 εἰ γάρ ποτ’ ἐξέλθοι στρατιώτης , εὐθέως
678 ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο .
Ἑρμῆς
679 ἔτι νῦν ἄκουσον οἷον ἄρτι μ’ ἤρετο ,
680 ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ’ν τῇ πυκνί .
Τρυγαῖος
681 Ὑπέρβολος νῦν τοῦτ’ ἔχει τὸ χωρίον .
682 αὕτη τί ποιεῖς ; τὴν κεφαλὴν ποῖ περιάγεις ;
Ἑρμῆς
683 ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ’ ὅτι
684 αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο .
Τρυγαῖος
685 ἀλλ’ οὐκέτ’ αὐτῷ χρησόμεθ’ οὐδέν , ἀλλὰ νῦν
686 ἀπορῶν δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
687 τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο .
Ἑρμῆς
688 πῶς οὖν ξυνοίσει ταῦτ’ ἐρωτᾷ τῇ πόλει .
Τρυγαῖος
689 εὐβουλότεροι γενησόμεθα .
Ἑρμῆς
τρόπῳ τίνι ;
Τρυγαῖος
690 ὅτι τυγχάνει λυχνοποιὸς ὤν . πρὸ τοῦ μὲν οὖν
691 ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα ,
692 νυνὶ δ’ ἅπαντα πρὸς λύχνον βουλεύσομεν .
Ἑρμῆς
,