Ἑρμῆς
632 κᾆτα δ’ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς ,
633 τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν ,
634 ἀλλ’ ἅτ’ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
635 ἔβλεπεν πρὸς τοὺς λέγοντας · οἱ δὲ γιγνώσκοντες εὖ
636 τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων ,
637 τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν ,
638 πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ ,
639 τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους ,
640 αἰτίας ἂν προστιθέντες , ὡς φρονεῖ τὰ Βρασίδου .
641 εἶτ’ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι’ ἐσπαράττετε ·
642 πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη ,
643 ἅττα διαβάλοι τις αὐτῇ , ταῦτ’ ἂν ἥδιστ’ ἤσθιεν .
644 οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ’ οἱ ξένοι
645 χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα ,
646 ὥστ’ ἐκείνους μὲν ποιῆσαι πλουσίους , δ’ Ἑλλὰς ἂν
647 ἐξερημωθεῖσ’ ἂν ὑμᾶς ἔλαθε . ταῦτα δ’ ἦν δρῶν