Τρυγαῖος
416 ναὶ μὰ Δία . πρὸς ταῦτ’ φίλ’ Ἑρμῆ ξύλλαβε
417 ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον .
418 καί σοι τὰ μεγάλ’ ἡμεῖς Παναθήναι’ ἄξομεν
419 πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν ,
420 μυστήρι’ Ἑρμῇ , Διιπόλει’ , Ἀδώνια ·
421 ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
422 ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ .
423 χἄτερ’ ἔτι πόλλ’ ἕξεις ἀγαθά . πρῶτον δέ σοι
424 δῶρον δίδωμι τήνδ’ , ἵνα σπένδειν ἔχῃς .
Ἑρμῆς
425 οἴμ’ ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυσίδων .
426 ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες . ἀλλὰ ταῖς ἄμαις
427 εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε .
Χορός
428 ταῦτα δράσομεν · σὺ δ’ ἡμῖν θεῶν σοφώτατε
429 ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς ·
430 τἄλλα δ’ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς .
Τρυγαῖος
431 ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην , ὅπως
432 ἔργῳ ’φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς .
Ἑρμῆς
433 σπονδὴ σπονδή ·
434 εὐφημεῖτε εὐφημεῖτε .
Τρυγαῖος
435 σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
436 Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν ,
437 χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων ,
438 τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ’ ἀσπίδα .