Χορός
390 μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν ,
391 ὥστε τήνδε μὴ λαβεῖν ·
392 ἀλλὰ χάρισ’ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων ,
395 εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς .
396 καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
397 διὰ παντὸς δέσποτ’ ἀγαλοῦμεν ἡμεῖς ἀεί .
Τρυγαῖος
400 ἴθ’ , ἀντιβολῶ σ’ , ἐλέησον αὐτῶν τὴν ὄπα ,
401 ἐπεί σε καὶ τιμῶσι μᾶλλον πρὸ τοῦ .
402 κλέπται γάρ εἰσι νῦν γε μᾶλλον πρὸ τοῦ .
403 καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα ,
404 τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται .
Ἑρμῆς
405 ἴθι δὴ κάτειπ’ · ἴσως γὰρ ἂν πείσαις ἐμέ .
Τρυγαῖος
406 γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
407 ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
408 τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα .
Ἑρμῆς
409 ἵνα δὴ τί τοῦτο δρᾶτον ;
Τρυγαῖος
ὁτιὴ νὴ Δία
410 ἡμεῖς μὲν ὑμῖν θύομεν , τούτοισι δὲ
411 οἱ βάρβαροι θύουσι . διὰ τοῦτ’ εἰκότως
412 βούλοιντ’ ἂν ἡμᾶς πάντας ἐξολωλέναι ,
413 ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν .
Ἑρμῆς
414 ταῦτ’ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
415 καὶ τοῦ κύκλου παρέτρωγον ὑφ’ ἁμαρτωλίας .