Χορός
311 ἀλλ’ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος .
312 οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί’ ἡμερῶν τριῶν .
Τρυγαῖος
313 εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον ,
314 μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκ’ ἐνθάδ’ ἦν ,
315 ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ’ξελκύσαι .
Χορός
316 οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται ,
317 ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς . ἰοῦ ἰοῦ .
Τρυγαῖος
318 ἐξολεῖτέ μ’ ὦνδρες , εἰ μὴ τῆς βοῆς ἀνήσετε ·
319 ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν .
Χορός
320 ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω ,
321 οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ’ ἄν .
Τρυγαῖος
322 τί τὸ κακόν ; τί πάσχετ’ ὦνδρες ; μηδαμῶς πρὸς τῶν θεῶν
323 πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα .
Χορός
324 ἀλλ’ ἔγωγ’ οὐ σχηματίζειν βούλομ’ , ἀλλ’ ὑφ’ ἡδονῆς
325 οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον .
Τρυγαῖος
326 μή τι καὶ νυνί γ’ ἔτ’ , ἀλλὰ παῦε παῦ’ ὀρχούμενος .
Χορός
327 ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι .
Τρυγαῖος
φῄς γε , παύει δ’ οὐδέπω .
Χορός
328 ἓν μὲν οὖν τουτί μ’ ἔασον ἑλκύσαι , καὶ μηκέτι .
Τρυγαῖος
329 τοῦτό νυν , καὶ μηκέτ’ ἄλλο μηδὲν ὀρχήσησθ’ ἔτι .