Χορὸς
614 οὐκέτ’ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ’ ἐλεύθερος ,
615 ἀλλ’ ἐπαποδυώμεθ’ ἄνδρες τουτῳὶ τῷ πράγματι .
616 ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
617 πραγμάτων μοι δοκεῖ ,
618 καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος ·
620 καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
621 δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
622 τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
623 καταλαβεῖν τὰ χρήμαθ’ ἡμῶν τόν τε μισθόν ,
625 ἔνθεν ἔζων ἐγώ .
626 δεινὰ γάρ τοι τάσδε γ’ ἤδη τοὺς πολίτας νουθετεῖν ,
627 καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι ,
628 καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς ,
629 οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι .
630 ἀλλὰ ταῦθ’ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι .
631 ἀλλ’ ἐμοῦ μὲν οὐ τυραννεύσουσ’ , ἐπεὶ φυλάξομαι
632 καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί ,
633 ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι ,
634 ὧδέ θ’ ἑστήξω παρ’ αὐτόν · αὐτὸς γάρ μοι γίγνεται
635 τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον .