Χορὸς
471 ἀλλ’ μέλ’ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
472 τὴν χεῖρ’ · ἐὰν δὲ τοῦτο δρᾷς , κυλοιδιᾶν ἀνάγκη .
473 ἐπεὶ ’θέλω ’γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι ,
474 λυποῦσα μηδέν’ ἐνθαδί , κινοῦσα μηδὲ κάρφος ,
475 ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ .
476 Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις ;
477 ου’ γὰρ ἔτ’ ἀνεκτὰ τάδε γ’ , ἀλλὰ βασανιστέον
478 τόδε σοι τὸ πάθος μετ’ ἐμοῦ
480 τι βουλόμεναί ποτε τὴν
481 Κραναὰν κατέλαβον , ἐφ’ τι τε
482 μεγαλόπετρον ἄβατον ἀκρόπολιν
483 ἱερὸν τέμενος .
484 ἀλλ’ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους ,
485 ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας .
Πρόβουλος
486 καὶ μὴν αὐτῶν τοῦτ’ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι ,
487 τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν .