Ἀλλαντοπώλης
864 ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας .
865 ὅταν μὲν λίμνη καταστῇ , λαμβάνουσιν οὐδέν ·
866 ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν ,
867 αἱροῦσι · καὶ σὺ λαμβάνεις , ἢν τὴν πόλιν ταράττῃς .
868 ἓν δ’ εἰπέ μοι τοσουτονί · σκύτη τοσαῦτα πωλῶν
869 ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870 ταῖς ἐμβάσιν φάσκων φιλεῖν ;
Δῆμος
οὐ δῆτα μὰ τὸν Ἀπόλλω .
Ἀλλαντοπώλης
872 ἔγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν ; ἀλλ’ ἐγώ σοι
873 ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι .
Δῆμος
874 κρίνω σ’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ ἄριστον
875 εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν .
Κλέων
οὐ δεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶ δύνασθαι ,
876 ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας ; ὅστις
877 ἔπαυσα τοὺς βινουμένους , τὸν Γρύττον ἐξαλείψας .
Ἀλλαντοπώλης
878 οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
879 παῦσαί τε τοὺς βινουμένους ; κοὐκ ἔσθ’ ὅπως ἐκείνους
880 οὐχὶ φθονῶν ἔπαυσας , ἵνα μὴ ῥήτορες γένωνται .
881 τονδὶ δ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
882 οὐπώποτ’ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
883 χειμῶνος ὄντος · ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι .