Ἀλλαντοπώλης
801 οὐχ ἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίας προνοούμενος , ἀλλ’ ἵνα μᾶλλον
802 σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων , δὲ δῆμος
803 ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης πανουργεῖς μὴ καθορᾷ σου ,
804 ἀλλ’ ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ .
805 ἢν δέ ποτ’ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ ,
806 καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ ,
807 γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου ·
808 εἶθ’ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων .
809 σὺ γιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ .
Κλέων
810 οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ ἔστ’ ἐμὲ καὶ διαβάλλειν
811 πρὸς Ἀθηναίους καὶ τὸν δῆμον , πεποιηκότα πλείονα χρηστὰ
812 νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη ;