Δῆμος
786 ἄνθρωπε τίς εἶ ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων ;
787 τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον .
Κλέων
788 ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι .
Ἀλλαντοπώλης
789 καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες .
Κλέων
790 καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
791 μᾶλλον ἐμοῦ σε φιλῶν , ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι .
Ἀλλαντοπώλης
792 καὶ πῶς σὺ φιλεῖς , ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ ἐν ταῖς φιδάκναισι
793 καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις ,
794 ἀλλὰ καθείρξας αὐτὸν βλίττεις ; Ἀρχεπτολέμου δὲ φέροντος
795 τὴν εἰρήνην ἐξεσκέδασας , τὰς πρεσβείας τ’ ἀπελαύνεις
796 ἐκ τῆς πόλεως ῥαθαπυγίζων , αἳ τὰς σπονδὰς προκαλοῦνται .
Κλέων
797 ἵνα γ’ Ἑλλήνων ἄρξῃ πάντων . ἔστι γὰρ ἐν τοῖς λογίοισιν
798 ὡς τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι ,
799 ἢν ἀναμείνῃ · πάντως δ’ αὐτὸν θρέψω γ’ὼ καὶ θεραπεύσω ,
800 ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει .