Διόνυσος
1471 ʹ γλῶττ’ ὀμώμοκ’ , ʹ Αἰσχύλον δ’ αἱρήσομαι .
Εὐριπίδης
1472 τί δέδρακας μιαρώτατ’ ἀνθρώπων ;
Διόνυσος
ἐγώ ;
1473 ἔκρινα νικᾶν Αἰσχύλον . τιὴ γὰρ οὔ ;
Εὐριπίδης
1474 αἴσχιστον ἔργον προσβλέπεις μ’ εἰργασμένος ;
Διόνυσος
1475 τί δ’ αἰσχρόν , ἢν μὴ τοῖς θεωμένοις δοκῇ ;
Εὐριπίδης
1476 σχέτλιε περιόψει με δὴ τεθνηκότα ;
Διόνυσος
1477 τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν ,
1478 τὸ πνεῖν δὲ δειπνεῖν , τὸ δὲ καθεύδειν κῴδιον ;
Πλούτων
1479 χωρεῖτε τοίνυν Διόνυσ’ εἴσω .
Διόνυσος
τί δαί ;
Πλούτων
1480 ἵνα ξενίσω ’γ’ὼ σφὼ πρὶν ἀποπλεῖν .
Διόνυσος
εὖ λέγεις
1481 νὴ τὸν Δί’ · οὐ γὰρ ἄχθομαι τῷ πράγματι .