Εὐριπίδης
1219 δυσγενὴς ὤν ʹ
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν .
Διόνυσος
1220 Εὐριπίδη
Εὐριπίδης
τί ἔσθ’ ;
Διόνυσος
ὑφέσθαι μοι δοκεῖ ·
1221 τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ .
Εὐριπίδης
1222 οὐδ’ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε ·
1223 νυνὶ γὰρ αὐτοῦ τοῦτό γ’ ἐκκεκόψεται .
Διόνυσος
1224 ἴθι δὴ λέγ’ ἕτερον κἀπέχου τῆς ληκύθου .
Εὐριπίδης
1225 ʹ Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπὼν
1226 Ἀγήνορος παῖσ’
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν .
Διόνυσος
1227 δαιμόνι’ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον ,
1228 ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν .
Εὐριπίδης
τὸ τί ;
1229 ἐγὼ πρίωμαι τῷδ’ ;
Διόνυσος
ἐὰν πείθῃ γ’ ἐμοί .
Εὐριπίδης
1230 οὐ δῆτ’ , ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
1231 ἵν’ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον .
1232 ʹ Πέλοψ Ταντάλειος ἐς Πῖσαν μολὼν
1233 θοαῖσιν ἵπποισ’
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν .
Διόνυσος
1234 ὁρᾷς , προσῆψεν αὖθις αὖ τὴν λήκυθον .
1235 ἀλλ’ ὦγάθ’ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ ·
1236 λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν .
Εὐριπίδης
1237 μὰ τὸν Δί’ οὔπω γ’ · ἔτι γὰρ εἰσί μοι συχνοί .
1238 ʹ Οἰνεύς ποτ’ ἐκ γῆς ʹ
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν .