Αἰσχύλος
1064 τοῖς ἀνθρώποις φαίνοιντ’ εἶναι .
Εὐριπίδης
τοῦτ’ οὖν ἔβλαψά τι δράσας ;
Αἰσχύλος
1065 οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα ,
1066 ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι .
Διόνυσος
1067 νὴ τὴν Δήμητρα χιτῶνά γ’ ἔχων οὔλων ἐρίων ὑπένερθεν .
1068 κἂν ταῦτα λέγων ἐξαπατήσῃ , παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν .
Αἰσχύλος
1069 εἶτ’ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας ,
1070 ’ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
1071 τῶν μειρακίων στωμυλλομένων , καὶ τοὺς Παράλους ἀνέπεισεν
1072 ἀνταγορεύειν τοῖς ἄρχουσιν . καίτοι τότε γ’ ἡνίκ’ ἐγὼ ’ζων ,
1073 οὐκ ἠπίσταντ’ ἀλλ’ μᾶζαν καλέσαι καὶ ʹ ῥυππαπαῖ ʹ εἰπεῖν .
Διόνυσος
1074 νὴ τὸν Ἀπόλλω , καὶ προσπαρδεῖν γ’ ἐς τὸ στόμα τῷ θαλάμακι ,
1075 καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι ·
1076 νῦν δ’ ἀντιλέγει κοὐκέτ’ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε .