Αἰσχύλος
1047 ὥστε γε καὐτόν σε κατ’ οὖν ἔβαλεν .
Διόνυσος
νὴ τὸν Δία τοῦτό γέ τοι δή .
1048 γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις , αὐτὸς τούτοισιν ἐπλήγης .
Εὐριπίδης
1049 καὶ τί βλάπτουσ’ σχέτλι’ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι ;
Αἰσχύλος
1050 ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
1051 κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας .
Εὐριπίδης
1052 πότερον δ’ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα ;
Αἰσχύλος
1053 μὰ Δί’ ἀλλ’ ὄντ’ · ἀλλ’ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν ,
1054 καὶ μὴ παράγειν μηδὲ διδάσκειν . τοῖς μὲν γὰρ παιδαρίοισιν
1055 ἔστι διδάσκαλος ὅστις φράζει , τοῖσιν δ’ ἡβῶσι ποιηταί .
1056 πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς .
Εὐριπίδης
ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
1057 καὶ Παρνασσῶν ἡμῖν μεγέθη , τοῦτ’ ἐστὶ τὸ χρηστὰ διδάσκειν ,
1058 ὃν χρῆν φράζειν ἀνθρωπείως ;
Αἰσχύλος
ἀλλ’ κακόδαιμον ἀνάγκη
1059 μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν .
1060 κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι ·
1061 καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν .
1062 ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ .
Εὐριπίδης
τί δράσας ;
Αἰσχύλος
1063 πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι’ ἀμπισχών , ἵν’ ἐλεινοὶ