Αἰσχύλος
1013 σκέψαι τοίνυν οἵους αὐτοὺς παρ’ ἐμοῦ παρεδέξατο πρῶτον ,
1014 εἰ γενναίους καὶ τετραπήχεις , καὶ μὴ διαδρασιπολίτας ,
1015 μηδ’ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους ,
1016 ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
1017 καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους .
Διόνυσος
1018 καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν · κρανοποιῶν αὖ μ’ ἐπιτρίψει .
Εὐριπίδης
1019 καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας ;
Διόνυσος
1020 Αἰσχύλε λέξον , μηδ’ αὐθάδως σεμνυνόμενος χαλέπαινε .
Αἰσχύλος
1021 δρᾶμα ποιήσας Ἄρεως μεστόν .
Διόνυσος
ποῖον ;
Αἰσχύλος
τοὺς ἕπτ’ ἐπὶ Θήβας ·
1022 θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι .
Διόνυσος
1023 τουτὶ μέν σοι κακὸν εἴργασται · Θηβαίους γὰρ πεποίηκας
1024 ἀνδρειοτέρους ἐς τὸν πόλεμον , καὶ τούτου γ’ οὕνεκα τύπτου .
Αἰσχύλος
1025 ἀλλ’ ὑμῖν αὔτ’ ἐξῆν ἀσκεῖν , ἀλλ’ οὐκ ἐπὶ τοῦτ’ ἐτράπεσθε .
1026 εἶτα διδάξας Πέρσας μετὰ τοῦτ’ ἐπιθυμεῖν ἐξεδίδαξα
1027 νικᾶν ἀεὶ τοὺς ἀντιπάλους , κοσμήσας ἔργον ἄριστον .
Διόνυσος
1028 ἐχάρην γοῦν , ἡνίκ’ ἤκουσα περὶ Δαρείου τεθνεῶτος ,
1029 χορὸς δ’ εὐθὺς τὼ χεῖρ’ ὡδὶ συγκρούσας εἶπεν ʹ ἰαυοῖ . ʹ