Αἰσχύλος
936 σὺ δ’ θεοῖσιν ἐχθρὲ ποῖ’ ἄττ’ ἐστὶν ἅττ’ ἐποίεις ;
Εὐριπίδης
937 οὐχ ἱππαλεκτρυόνας μὰ Δί’ οὐδὲ τραγελάφους , ἅπερ σύ ,
938 ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν ·
939 ἀλλ’ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940 οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν ,
941 ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
942 ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς ,
943 χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν ·
944 εἶτ’ ἀνέτρεφον μονῳδίαις
Διόνυσος
Κηφισοφῶντα μιγνύς .
Εὐριπίδης
945 εἶτ’ οὐκ ἐλήρουν τι τύχοιμ’ οὐδ’ ἐμπεσὼν ἔφυρον ,
946 ἀλλ’ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ’ ἂν εὐθὺς
947 τοῦ δράματος .
Διόνυσος
κρεῖττον γὰρ ἦν σοι νὴ Δί’ τὸ σαυτοῦ .
Εὐριπίδης
948 ἔπειτ’ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ’ ἂν ἀργόν ,
949 ἀλλ’ ἔλεγεν γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον ,
950 χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν .
Αἰσχύλος
εἶτα δῆτα
951 οὐκ ἀποθανεῖν σε ταῦτ’ ἐχρῆν τολμῶντα ;
Εὐριπίδης
μὰ τὸν Ἀπόλλω ·
952 δημοκρατικὸν γὰρ αὔτ’ ἔδρων .
Διόνυσος
τοῦτο μὲν ἔασον τᾶν .
953 οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου .